Ancient Greek
Volume 17a
Galen, In Hippocratis librum iii epidemiarum commentarii iii 17a.673
Not analysed yet
ἢ κακίω, ἀλλὰ καὶ <τὰ> καθ' ὁτιοῦν ἄλλο μέρος οὕτως συμπεσόντα. κακίω γὰρ ἦν, ἐφ' ὧν ἀπέστησε τὸ πάθος ὁ τὸ ἐρυσίπελας ἐργαζόμενος χυμός, ἐπειδὴ πρὸς τὰ σπλάγχνα καὶ [οὐ] πρὸς τὰ κύρια μόρια χωρῶν ἅμα τοῖς ἄλλοις συμπτώμασι καὶ πυρετοὺς ὀξεῖς ἐγέννα. τινὲς μέντοι τῶν ἐπιπολῆς ἐχόντων τὴν τοιαύτην σηπεδόνα καὶ χωρὶς πυρετῶν διεφθάρησαν τὰ μόρια καί τινες αὐτῶν δι' αὐτὸ τοῦτο μάλιστ' ἐσώθησαν, ἐκκριθείσης τῆς κακοχυμίας διὰ τῶν μορίων, ὧν αὕτη διέσηψεν. ἐπλανᾶτο γάρ, ὡς αὐτὸς ὠνόμασε, δι' ὅλου τοῦ σώματος τὸ ῥεῦμα, τουτέστιν ἀλόγως καὶ ἀτάκτως καὶ ὡς ἔτυχεν ἐφέρετο, μηδὲ προγνῶναί τινος ἰατροῦ δυναμένου τεχνικῶς, εἰς ὅ τι κατασκήψει. Ἦν δὲ πάντων χαλεπώτατα τῶν τοιούτων, ὅτε περὶ ἥβην καὶ αἰδοῖα γένοιτο. |