Ancient Greek
Volume 17a
Galen, In Hippocratis librum iii epidemiarum commentarii iii 17a.674
Not analysed yet
Καὶ χωρὶς λοιμώδους καταστάσεως, ὅταν ἐν τούτοις τοῖς χωρίοις ἤτοι φλεγμονή τις ἢ ἐρυσίπελας γένηται, ῥᾷστά τε σήπεται καὶ συμπαθείας ἐργάζεται τῶν ὑπερκειμένων μορίων. διὸ καὶ πολλάκις ἀναγκαζόμεθα μετὰ τοῦ περικόψαι τὰ σεσηπότα τὴν οἷον ῥίζαν ἐκκαίειν. οὐδὲν οὖν θαυμαστόν, τοιαύτης καταστάσεως γιγνομένης, ὡς καὶ βραχίονα καὶ πῆχυν καὶ μηρὸν καὶ κνήμην καὶ πλευρὰν καὶ κεφαλὴν διασήπειν, ἐπὶ πλεῖστον ἥκειν κακώσεως τὰ περὶ αἰδοῖα. Τὰ μὲν περὶ ἕλκεα καὶ μετὰ προφάσιος τοιαῦτα. Ἄχρι τοῦ νῦν ὁ λόγος αὐτῷ γέγονε περὶ τῶν ἐρυσιπελάτων, ὅσα δι' ἕλκωσιν ἤ τι μικρὸν οὕτως ἄλλο τῶν ἔξωθεν αἰτίων συνέστη. ἐφεξῆς δὲ περὶ τῶν ἄνευ τοιαύτης αἰτίας γενομένων ποιήσεται τὸν λόγον. |