Ancient Greek
Volume 17a
Galen, In Hippocratis librum iii epidemiarum commentarii iii 17a.675
Not analysed yet
Πολλοῖσι δ' ἐν πυρετοῖσι καὶ πρὸ πυρετοῦ καὶ ἐπὶ πυρετῷ συνέπιπτεν. Οὐ δι' ἕλκος τούτοις ἤ τι τῶν ἔξωθεν αἰτίων τῶν προφανῶν, ἀλλ', ὡς εἰώθαμεν λέγειν, αὐτόματος ἡ γένεσις ἀπήντησε τῶν ἐρυσιπελάτων, ἐνίοις μὲν ἅμα πυρετοῖς εἰσβαλόντων, ἐνίοις δ' ἀκολουθησάντων πυρετοῖς ἢ προγενομένων αὐτῶν. Ἦν δὲ καὶ τούτων, ὅσα μὲν ἀπόστασιν ποιήσαιτο διὰ τοῦ ἐμπυήματος ἢ κατὰ κοιλίην ταραχή τις ἐπίκαιρος ἢ χρηστῶν οὔρων διάδοσις γένοιτο, διὰ τούτων λελύσθαι, οἷσι δὲ μηδὲν τούτων συμπίπτοι, ἀσήμως δ' ἀφανιζομένων, θανατώδεα γίνεσθαι.