Ancient Greek · ~3 min
Volume 17a
Galen, In Hippocratis librum iii epidemiarum commentarii iii 17a.676
Not analysed yet
Ἐρρέθη καὶ μικρὸν ἔμπροσθεν ἡ αἰτία τοῦ σῴζεσθαι |μᾶλλον, ὅσοις ἡ κακοχυμία διά τινος μορίου σαπέντος ἅμ' ἐκείνῳ †συνέπεσε τοῦ σώματος. εὔδηλον δὲ καὶ ὅτι διὰ γαστρὸς ἢ οὔρων ἐκκαθαρθεῖσα δυσχέρειαν μὲν εἰργάζετο κατὰ τὰς ἀποκρίσεις, ὠφέλει δὲ τὸ σύμπαν σῶμα, ※※※Πολὺ μὲν οὖν τοῖσι πλείστοισι συνέπιπτε τὰ περὶ τὸ ἐρυσίπελας τοῦ ἦρος. παρείπετο δὲ καὶ διὰ θέρεος καὶ ὑπὸ φθινόπωρον. Ἐγέννησε μέν, ὡς ἔφην, τὴν κακοχυμίαν ἡ δυσδιάπνευστος κατάστασις ὑγρὰ καὶ θερμὴ καὶ ἄπνους γενομένη. κατέσχε δ' αὐτὴν ἐν τοῖς σώμασι τὰ ψύχη, καθάπερ εἴρηται κἀν τῇ πρώτῃ καταστάσει τοῦ πρώτου τῶν Ἐπιδημιῶν. εἰκότως οὖν ἤρξατο ποικίλα νοσήματα τὰ μικρὸν ἔμπροσθεν εἰρημένα, νυνὶ δ' ὁ λόγος αὐτῷ περὶ τῶν ἐρυσιπελάτων ἐστίν. ταῦτα γὰρ ἁπάντων πρῶτα γενόμενα πρῶτα καὶ κατὰ τὴν διήγησιν ἔγραψε. τούτων οὖν, φησί, τῶν ἐρυσι|