Ancient Greek
Volume 17a
Galen, In Hippocratis librum iii epidemiarum commentarii iii 17a.677
Not analysed yet
πελάτων ἐν ἀρχῇ τοῦ ἦρος γενομένων ἔνια παρέμεινε διὰ θέρους καὶ <ὑπὸ> φθινόπωρον. δυνατὸν δ' ὂν ἑκατέρως ἀκοῦσαι τοῦ παρείπετο δὲ καὶ διὰ θέρεος καὶ ὑπὸ φθινόπωρον, ἐπί τε τῶν γενομένων ἐρυσιπελάτων ἐπί τε τῶν αὐτόθεν γινομένων τὴν ὕπαρξιν παραμείνασαν ἐνίοις ἄχρι καὶ τοῦ φθινοπώρου νοήσομεν, τῶν δὲ γενομένων τὴν γένεσιν ὡς ἄλλων μέν τινων ἐν ἦρι γενομένων καὶ παυσαμένων, ἄλλων δ' ἐν θέρει γενομένων. ὡσαύτως δὲ καὶ κατὰ τὸ φθινόπωρον. ἄμεινον <μὲν οὖν οὕτως αὐτῶν> ἀκοῦσαι κατὰ τὸ δεύτερον τοῦτο σημαινόμενον. οὐ γὰρ εὔλογον ἐν ἀρχῇ τοῦ ἦρος συστὰν ἐρυσίπελας ἄχρι τοῦ φθινοπώρου παραμεῖναι. πάντως γὰρ ἂν ἢ ἀνεῖλεν ἐν τῷ μεταξὺ τὸν ἄνθρωπον, εἰ πάνυ κακόηθες ἦν, ἢ δι' αὐτῶν τῶν σηπομένων μορίων ἐκκαθαρθείσης τῆς σηπεδόνος ἐπαύσατο. Πολλὴ δὲ ταραχή τισι καὶ τὰ περὶ φάρυγγα φύματα, καὶ φλεγμοναὶ γλώσσης, καὶ τὰ παρ' ὀδόντας ἀποστήματα. |