Ancient Greek · ~4 min
Volume 17a
Galen, In Hippocratis librum iii epidemiarum commentarii iii 17a.683
Not analysed yet
ἀήθεσι καὶ σπανίοις ὀνόμασι χρῆσθαι. τοῖς δὲ τὸ διεστραμμένον δηλοῦσθαι νομίζουσιν ἔτι καὶ τοῦτο μαχεῖται· κατὰ γὰρ τὸ Προγνωστικὸν αὐτὸς ἑρμηνεῦσαι τὸ διάστροφον βουληθεὶς οὕτως ἔγραψεν· "ἢν δὲ καὶ καμπύλον γένηται βλέφαρον ἢ χεῖλος ἢ ῥίς", ἀλλ' ἐπί γε τῶν φωνῶν οὔτε τὸ καμπύλον οὔτ' ἄλλο τι τῶν εἰρημένων οἰκείως ἂν λέγοιτο. διὸ καί τινες τῶν ἐξηγησαμένων τὸ βιβλίον ἁπάντων τῶν εἰρημένων καταγνόντες ἀντὶ τοῦ φωναὶ <τὸ> "γλῶσσαι" γράφουσιν, ἀξιοῦντες ἀκούειν κατειλλούσας γλώσσας τὰς οἷον καταδεδεμένας καὶ δυσκινήτους. ἐχρῆν δ' αὐτούς, ὥσπερ τὸ φωναὶ μετέγραψαν εἰς τὸ γλῶσσαι, οὕτως καὶ τὸ κατείλλουσαι, <καὶ τοῦτ' ἔτι> μᾶλλον τοῦ φωναί, μεταγράψαι εἰς τὸ "κατειλλόμεναι". ἀλλὰ γὰρ ἅλις ἤδη μοι περὶ τοῦ κατείλλουσαι, μηδὲν ἡμᾶς μέγα, μηδ' ἂν εὑρεθῇ, μέλλοντος ὠφελεῖν. ἀρκεῖ γὰρ εἰδέναι μόνον ἓν τοῦτο γενικῶς λεγόμενόν τε καὶ νοούμενον, ὡς διὰ τὸ γενόμενον αὐτοῖς ἐκ τῆς κεφαλῆς ῥεῦμα βλαβέντες τὰ φωνητικὰ μόρια καὶ τὰς φωνὰς ἐκακώθησαν. ὅτι γὰρ ἐπὶ ταῖς ὑγραῖς καταστάσεσι καὶ θερμαῖς ἡ κεφα|