Ancient Greek
Volume 17a
Galen, In Hippocratis librum iii epidemiarum commentarii iii 17a.684
Not analysed yet
λὴ πληρωθεῖσα ῥεύματα τοῖς κατὰ γαστέρα καὶ θώρακα μέρεσιν ἐπιπέμπει χρήσιμον ἐπίστασθαι, πρῶτον μὲν αὐτοῦ τοῦ διακρίνειν ἕνεκα, πότερον ἄλλη τις αἰτία τὸ τοιοῦτον πάθος εἰργάσατο τοῖς κάμνουσιν ἢ τῶν ἐπιδημίων ἕν τι νοσημάτων ἐστίν, ἔπειτα δὲ καὶ τοῦ προφυλάττεσθαι μηδὲν παθεῖν τοιοῦτον. τὰς γὰρ ἐκ τοῦ περιέχοντος βλάβας ὁ προειδὼς ὅπῃ τε καὶ ὅπως γίγνονται φυλάττεσθαι δυνήσεται, τὴν ὅλην δίαιταν ἐξ ὑπεναντίου τῇ κρατούσῃ καταστάσει ποιούμενος. ἀλλ' εἰ καὶ προλέγειν ἐθέλοις τὰ γενησόμενα (καὶ γὰρ καὶ τοῦτο χρήσιμον ἡμῖν ἐστιν, ὡς ἐν τῷ προοιμίῳ τοῦ Προγνωστικοῦ δέδεικται), καὶ κατὰ τοῦτ' ἀσκητέον <ἂν> εἴη σοι τὰς γιγνομένας ἐν τῷ σώματι διαθέσεις ἐπὶ ταῖς τοῦ περιέχοντος κράσεσιν ἁπάσας ἐπίστασθαι. ἀρκεσθέντες οὖν, ὡς ἔφην, τῷ βεβλάφθαι τὰς φωνάς, ὑπερβάντες δὲ τὸ κατείλλουσαι τὸ συνεχὲς αὐτῷ θεασώμεθα. πρῶτον μὲν γάρ φησι τοῖς φθινώδεσιν ἀρχομένοις γενέσθαι τοιοῦτον σύμπτωμα, μετ' αὐτοὺς δὲ καὶ τοῖς καυσώδεσι καὶ τοῖς φρενιτικοῖς. ἡγητέον οὖν τοῖς μὲν φθινώδεσι κατὰ τὸν τοῦ πά|