Ancient Greek · ~4 min
Volume 17a
Galen, In Hippocratis librum iii epidemiarum commentarii iii 17a.685
Not analysed yet
θους λόγον αὐτὸ γεγονέναι, πολλαῖς μὲν καὶ ἄλλαις αἰτίαις τε καὶ διαθέσεσιν ἑπομένης τῆς φθίσεως, οὐχ ἧττον δ' <ἢ δι'> ἐκείνας καὶ διὰ τὸν ἐκ τῆς κεφαλῆς κατάρρουν, ᾧ μάλιστα καὶ ἡ κάκωσις ἕπεται τῆς φωνῆς. καύσοις δὲ καὶ φρενίτισι κατὰ μὲν τὸν ἴδιον λόγον οὐχ ἕπεται τοιαύτη κάκωσις φωνῆς, οἵα τοῖς φθινώδεσιν ἀρχομένοις. ἐπεὶ δ' ἐν τῇ καταστάσει ταύτῃ θερμῇ καὶ ὑγρᾷ καὶ ἄπνῳ διηνεκῶς γενομένῃ συνέβη παθεῖν τὴν κεφαλήν, ἠκολούθησε καὶ τοῖς φρενιτικοῖς καὶ τοῖς καυσώδεσι ταὐτὸν σύμπτωμα διὰ τὴν κοινὴν αἰτίαν, οὐ διὰ τὴν αὐτοῦ τοῦ πάθους ἰδίαν κατασκευήν. ξηραίνεται γὰρ μᾶλλον ἐν αὐτοῖς ἢ διαβρέχεται τὰ φωνητικὰ μόρια, καθάπερ ἐν τῇ νῦν καταστάσει. καὶ τοίνυν καὶ ἡ φωνὴ κλαγγώδης μὲν καὶ ὀξεῖα διὰ τὴν ξηρότητα τῶν φωνητικῶν ὀργάνων γίγνεται, βραγχώδης δὲ διὰ τὴν ὑγρότητα. Ἤρξαντο μὲν οὖν καὶ οἱ καῦσοι καὶ τὰ φρενιτικὰ πρὸ τοῦ ἦρος μετὰ τὰ γενόμενα ψύχεα, καὶ πλεῖστοι τη|