Ancient Greek · ~3 min
Volume 17a
Galen, In Hippocratis librum iii epidemiarum commentarii iii 17a.686
Not analysed yet
νικαῦτα διενόσησαν, ὀξέα δὲ τούτοις καὶ θανατώδεα συνέπιπτε. Τὴν γεγενημένην ἔμπροσθεν ἐκ τῆς τοῦ περιέχοντος κράσεως σηπεδόνα τῶν χυμῶν εὔλογον ἦν ὑπὸ τοῦ γενομένου κρύους ἐπὶ τῇ τελευτῇ τοῦ χειμῶνος εἰς τὸ βάθος ὠσθεῖσαν ἐργάζεσθαι νοσήματα παραπλήσια τοῖς ἐρυσιπέλασιν. ἄλλα τε οὖν τινα τούτου γενόμενα τοῦ γένους διηγήσεται καὶ ταῦτα τῇ τάξει πρῶτα μετὰ τὸ ἐρυσίπελας ἤδη γράφει. ταῦτα δ' ἦν καυσώδη τε καὶ φρενιτικά, κοινὴν μὲν ἔχοντα τὴν αἰτίαν, διαφέροντα δὲ τοῖς πάσχουσι τόποις. οἷς μὲν γὰρ εἰς τὰ περὶ τὸ ἧπάρ τε καὶ τὴν γαστέρα χωρία καὶ μάλιστ' αὐτῆς τὸ στόμα κατέσκηψεν ἡ κακοχυμία, τούτοις τὰ καυσώδη νοσήματα συνέπεσεν, οἷς δ' ἐπὶ τὸν ἐγκέφαλον ἠνέχθη, τὰ φρενιτικά. Ἦν δ' ἡ κατάστασις τῶν γενομένων καύσων ἥδε· ἀρχόμενοι |