Ancient Greek · ~3 min
Volume 17a
Galen, In Hippocratis librum iii epidemiarum commentarii iii 17a.687
Not analysed yet
κωματώδεες, ἀσώδεες, φρικώδεες, πυρετὸς ὀξύς, οὐδὲ διψώδεες λίην, οὐδὲ παράληροι. Ὅσα τοῖς καύσοις ἐγένετο συμπτώματα διὰ τὴν τότε κατάστασιν, οὐ κατὰ τὸν ἴδιον τοῦ πάθους λόγον, ταῦτ' ἐπισημαίνεται, διὸ κακῶς ἀντὶ τοῦ κωματώδεες ἔγραψάν τινες "καυματώδεις". ἴδιον γὰρ τοῦτο τῶν καύσων, ὡς καὶ τὸ διψῆν ἀπαύστως, καὶ σχεδὸν οὐδ<ὲν> ἂν ἄλλο τις ἐξαίρετον εἴποι γνώρισμα καύσων πυρετῶν, ἀλλ' ἐκ δυοῖν τούτων αὐτάρκως συμπληροῦσθαι φαίη, δίψους ἀπαύστου καὶ θερμασίας διακαιούσης αἰσθανομένων τῶν καμνόντων. ἀλλ' ἡ τότε κατάστασις ὑγρότητος πολλῆς πληρώσασα τὴν κεφαλὴν τὸ κωματῶδες ἢ πᾶσιν ἢ τοῖς πλείστοις τῶν ὁπωσοῦν νοσησάντων ἤνεγκε σύμπτωμα κατὰ τὴν εἰσβολὴν τοῦ νοσήματος, οὔπω τῆς κακοχυμίας εἰς τοσοῦτον δριμύτητος ἡκούσης, ὡς ἀγρυπνίας τε σφοδρὰς καὶ παραφροσύνας καὶ φρενίτιδας ἐργάζεσθαι. τὸ μὲν οὖν