Ancient Greek · ~4 min
Volume 17a
Galen, In Hippocratis librum iii epidemiarum commentarii iii 17a.688
Not analysed yet
κῶμα πάνυ σπανίως γίγνεται τοῖς |καύσοις πυρετοῖς, τὸ δ' ἀσᾶσθαι πάνυ πολλάκις· οὐ μὴν ἀχώριστόν γ' ἐστίν, ὡς τὰ προειρημένα δύο, τό τε τοῦ δίψους ἄπαυστον καὶ τὸ τῆς θερμασίας διακαές. φρικώδεις γε μὴν οὐ πολλάκις οἱ καυσούμενοι γίγνονται, διὸ καὶ τοῦτ' ἐπεσημήνατο. τὸ δ' ἐφεξῆς γεγραμμένον πυρετὸς οὐκ ὀξὺς ἔνιοι μὲν ἁπλῶς γράφουσι χωρὶς τῆς ἀποφάσεως οὕτως· πυρετὸς ὀξύς, ἔνιοι δὲ μετὰ τῆς ἀποφάσεως· πυρετὸς οὐκ ὀξύς, ἀπό τινος ἑκάτεροι λόγου πιθανοῦ τὴν διαφέρουσαν ἔχοντες γραφήν· οἱ μὲν χωρὶς τῆς ἀποφάσεως, ὅτι τῶν ἀχωρίστων ἐστὶ καυσώδους νοσήματος ὀξὺς πυρετός, ὥσπερ καὶ δίψος, οἱ δὲ καὶ δι' αὐτὸ τοῦτο γεγράφθαι λέγοντες ἅμα τῇ ἀποφάσει, διότι σπάνιόν τι καὶ παράδοξον αὐτοῖς συνέβη, καθάπερ τὸ τοῦ κώματος, οὕτω δὴ καὶ τὸ τοῦ πυρετοῦ. καὶ τοίνυν καὶ τούτοις ἐφεξῆς αὐτὸν γράψαι φασίν· οὐδὲ διψώδεες λίην. καίτοι καὶ τοῦτο τὸ σύμπτωμα καύσων πυρετῶν ἐστιν ἰδιώτατον· εἰκὸς οὖν, ὥσπερ οὐ λίαν διψώδεις ἦσαν, οὕτως αὐτοὺς οὐ λίαν ὀξέως πυρέξαι. τάχα δὲ καὶ γεγραμμένον ὑφ' Ἱπποκράτους τὸ "πυρετὸς οὐ λίην ὀξύς" ὡς τοῦ πρῶτον |