Ancient Greek · ~4 min
Volume 17a
Galen, In Hippocratis librum iii epidemiarum commentarii iii 17a.689
Not analysed yet
ἐκγραψαμένου σφαλέντος ἔμεινεν ἡμαρτημένον. ἀναφύεται δὲ οὐ μικρὸν ζήτημα περὶ πάντων τῶν παθογνωμονικῶν σημείων. εἰ γὰρ ἐγχωρεῖ ποτε μὴ παρόντων αὐτῶν ὅμως φυλάττεσθαι τὸ τοῦ πάθους εἶδος, ἕτερα τῶν παθογνωμονικῶν ἡμῖν ἔσται πιστότερα πρὸς τὴν τῶν παθῶν διάγνωσιν. ἀλλ' εἴπερ τοῦθ' ὑποθοίμεθα, προσηκόντως τις ἀξιώσει μὲν ἐκεῖνα παθογνωμονικὰ καλεῖν, ἃ δ' ἔμπροσθεν ἐκαλεῖτο παθογνωμονικά, συνεδρεύοντα. ὧν τὰ μὲν ἀχώριστ' ἐστὶ καί, ὡς ἄν τις φαίη, τῆς τῶν παθῶν οὐσίας αὐτῆς συνθετικά, τὰ δὲ συνεδρεύοντα τῶν ὡς τὸ πολὺ γινομένων <ἐν> αὐτοῖς ἐστιν. εἰ <μὲν> οὖν ὁ κάμνων μή<τε λίαν> διψώδης μήτε λίαν ὀξέως πυρέττων εἴη, ἐκ τίνος ἔτι γνωρίσματος ἐροῦμεν εἶναι τὸ νόσημα καῦσον; εἰ γὰρ καὶ πάνυ πολλοῖς τῶν καυσουμένων ἀσώδεσιν εἶναι συμβέβηκεν, ἀλλ' οὐκ ἴδιόν γε τοῦ πάθους τοῦτο· πολλοὶ γὰρ καὶ ἄλλοι τῶν ὁπωσοῦν νοσησάντων ἀσώδεις γίνονται. οὐδὲ γοῦν, ὅπερ ἐνίοις ἔδοξε τὰς τοιαύτας ἀπορίας οἰηθεῖσιν ἀποδράσασθαι, καὶ ἡμῖν ἔσται ῥητέον ἐκ τῶν διαχωρουμένων μάλιστα γνωρίζεσθαι τὸν |