Ancient Greek · ~4 min
Volume 17a
Galen, In Hippocratis librum iii epidemiarum commentarii iii 17a.690
Not analysed yet
καῦσον εἰποῦσιν. οὔτε γὰρ ἄκρατα χολώδη μόνον <ἐν> καύσοις ἐκκρίνουσιν αἱ γαστέρες οὔτε σύντηξις μόνοις τούτοις. ἀλλ' ἐστὶ μέντοι ταῦτα <τὰ> συμπτώματα κακοήθων τε καὶ διακαῶν πυρετῶν, ἐκκρίναντες δ' ὅμως αὐτὰ πολλοὶ καὶ διψῶσι μετρίως καὶ τῆς τοῦ πυρετοῦ θερμασίας ἀνέχονται. κατὰ δὲ τὴν προκειμένην κατάστασιν οὐδὲ τοιαῦτ' ἐγένετο διαχωρήματα· "κοιλίαι" γάρ, φησι, "ταραχώδεες τοῖσι πλείστοισι τούτων, διαχωρήμασιν ὠμοῖσι, λεπτοῖσι, <πολλοῖσιν. >"ἔοικεν οὖν ὁ Ἱπποκράτης τὸν καῦσον γνωρίζειν τῷ διηνεκεῖ τοῦ δίψους τε καὶ τῆς διακαοῦς θερμασίας, ὥσπερ τὴν φρενῖτιν τῷ διηνεκεῖ τῆς παραφροσύνης. οὕτω γὰρ εἰ καὶ μὴ πάνυ διψώδεις εἶεν οἱ κάμνοντες ἢ μὴ πάνυ σφόδρα διακαιόμενοι, δι' ὅλης δὲ τῆς νόσου τὰ λελεγμένα <διαμείν>ειεν δύο συμπτώματα, καῦσος εἶναι τὸ νόσημα λεχθήσεται καὶ γενήσεται μέν τις αὑτοῦ θερμότερος πυρετός, ὡς καὶ συντήκειν τὸ σῶμα καὶ διαχωρήσεις ἐργάζεσθαι χολώδεις καὶ συντηκτικάς· οὐ λεχθήσεται δὲ καῦσος, ἂν μὴ διαμένοντα δι' ὅλης ἔχῃ τῆς νόσου τὰ εἰρημένα δύο μικρὸν ἔμπροσθεν, ἄπαυστόν τε τὸ δίψος, ὁπόσον |