Ancient Greek · ~3 min
Volume 17a
Galen, In Hippocratis librum iii epidemiarum commentarii iii 17a.691
Not analysed yet
ἂν τύχωσι πίνοντες, ἀηδῆ τε καὶ καυσώδη καὶ ἀσώδη τὴν θερμασίαν. ὡς τὸ πολὺ μὲν οὖν καὶ δίψος σφοδρότατον αὐτοῖς ὑπάρχει καὶ πυρετὸς διακαέστατος, ἐν δὲ τῷ σπανίῳ, καθάπερ νῦν, ὅ τε πυρετὸς οὐκ ἀκριβῶς ὀξὺς ἂν γίνοιτο καὶ διψώδεις οὐ λίαν οἱ κάμνοντες εἶεν, ἅπερ ἐπεσημήνατο δι' αὐτὸ τοῦτο, καθάπερ καὶ τὸ μηδ' ὅλως αὐτοὺς γενέσθαι παραλήρους, ἐπειδὴ καὶ τοῦτ' <ἐπὶ πλεῖστον> συμπίπτει τοῖς καύσοις. ὅτι δὲ μικρᾶς παραφροσύνης ἐστὶν ὄνομα τὸ παράληροι, πρόσθεν εἴρηται. Ἀπὸ ῥινῶν μικρὰ ἔσταξε. Τῶν ἐπιγινομένων <ἐστὶ> τοῦτο τοῖς κακοήθεσι καύσοις, ὥσπερ αἱμορραγίαι τοῖς ἐπιεικέσιν. ἀλλὰ καὶ συλλήβδην εἰπεῖν, ἅπασα στάξις ἀπὸ ῥινῶν μοχθηρόν ἐστι σημεῖον, ὡς ἐμάθομεν. |