Ancient Greek
Volume 17a
Galen, In Hippocratis librum iii epidemiarum commentarii iii 17a.692
Not analysed yet
Οἱ παροξυσμοὶ τοῖσι πλείστοισιν ἐν ἀρτίῃσι. Τῶν σπανίων καὶ τοῦτ' ἐστί, φαίνονται γὰρ οἵ τε καῦσοι καὶ πάνθ' ὁμοίως αὐτοῖς τὰ λίαν ὀξέα νοσήματα τοὺς παροξυσμοὺς ἐν περισσαῖς <τε καὶ ἀρτίαις> ἔχοντα. Περὶ δὲ τοὺς παροξυσμοὺς λήθη καὶ ἄφεσις καὶ ἀφωνίη. <Καὶ ἡ ἀφωνία> καὶ ἡ λήθη σαφής ἐστι καὶ δέδεικται πολλάκις ἐκ τῶν ὀλεθρίων οὖσα. τὴν ἄφεσιν δὲ τὴν οἷον ἔκλυσίν τε καὶ πάρεσιν ἁπάντων τῶν μορίων τοῦ σώματος εἰκός ἐστι λέγειν αὐτόν, ὅταν ὁμοίως τοῖς παραλελυμένοις ἐρριμμένα φαίνηται. ὅτι δ' ὀλέθριον καὶ τοῦτ' ἐστί, μεμάθηκας, ὥσπερ καὶ περὶ τῶν ἄλλων ἁπάντων συμπτωμάτων, ὅσα γέγραπται κατὰ τὸ βιβλίον, ὥστ' ἐξηγεῖσθαι μόνον ἐν αὐτῷ χρὴ τὰ δο|