Ancient Greek · ~2 min
Volume 17a
Galen, In Hippocratis librum iii epidemiarum commentarii iii 17a.693
Not analysed yet
κοῦντα μὴ σαφῶς εἰρῆσθαι, τῶν ἀποδεδειγμένων ἐν ἑτέροις ἀναμιμνῄσκοντα μόνον, οὐ κατὰ διέξοδον διδασκαλίας αὐτῶν ποιούμενον. Ἄκρεα μὲν τούτοισι ψυχρότερα ποδῶν καὶ χειρῶν, πολὺ δὲ περὶ τοὺς παροξυσμοὺς μάλιστα, πάλιν τε βραδέως καὶ οὐ καλῶς ἀνεθερμαίνοντο καὶ πάλιν κατενόουν καὶ διελέγοντο. Τὴν ποικιλίαν τῶν γενομένων συμπτωμάτων τοῖς τότε νοσήσασι διηγεῖται μοχθηρῶν ἁπάντων ὄντων. Κατεῖχε δὲ ἢ τὸ κῶμα συνεχές, οὐχ ὑπνῶδες, ἢ μετὰ πόνων ἄγρυπνοι. |