Ancient Greek
Volume 17a
Galen, In Hippocratis librum iii epidemiarum commentarii iii 17a.694
Not analysed yet
Σαφὲς καὶ τοῦτ' ἐστὶ τῷ μεμνημένῳ τῶν γεγραμμένων ἔν τε τῷ Περὶ τοῦ κώματος γράμματι καὶ τοῖς ἔμπροσθεν ὑπομνήμασιν. ὅταν γὰρ ἐγρηγορέναι μὲν ἀνεῳγόσι τοῖς ὀφθαλμοῖς οἱ κάμνοντες μὴ δύνωνται, μύσαντες δ' αὐτοὺς ἐλπίδι τοῦ κοιμηθῆναι διαμένωσιν ἐγρηγορότες, τὸ τοιοῦτον καλοῦμεν οὐχ ὑπνῶδες κῶμα. εἰ δὲ καὶ πόνος τις αὐτοῖς παρείη, προδήλως ἀγρυπνήσουσι μᾶλλον οἱ οὕτως ἔχοντες, ὡς μηδ' εἰς φαντασίαν ὕπνου γε ἀφικέσθαι λεπτοῦ. γίνεται γάρ τι καὶ τοιοῦτον τοῖς οὕτω κωματώδεσιν, ὡς ἐν μεθορίῳ καθίστασθαι τῶν τ' ἀκριβῶς ἐγρηγορότων καὶ τῶν κοιμωμένων. Κοιλίαι ταραχώδεες τοῖσι πλείστοισι τούτων, διαχωρήμασιν ὠμοῖσι, λεπτοῖσι, πολλοῖσιν. Εὔδηλον μὲν κἀκ τούτων ἐστίν, ὡς οὐ προσέχει τῇ τῶν διαχωρημάτων ἰδέᾳ κατὰ τὴν τῶν καυσωδῶν νοσημά|