Ancient Greek · ~3 min
Volume 17a
Galen, In Hippocratis librum iii epidemiarum commentarii iii 17a.695
Not analysed yet
των διάγνωσιν. ὠμὰ γοῦν ἔφη καὶ λεπτὰ τὰ διαχωρούμενα τοῖς τότε καυσουμένοις γενέσθαι, μήτε χολωδῶν ἀκράτων μήτε συντήξεων μνημονεύσας, ἅ τινες οἴονται μέγιστα γνωρίσματα καύσων εἶναι πυρετῶν. Οὖρά τε <πολλὰ> λεπτὰ κρίσιμον οὐδὲ χρηστὸν οὐδὲν <ἔχοντα>. Ἐν ταῖς περὶ τῶν οὔρων διηγήσεσιν εἴωθε τὰ συμβεβηκότα γράψας αὐτοῖς μηκέτι προστιθέναι, πότερον ἀγαθοῦ τινός ἐστιν ἢ κακοῦ σημεῖα, μεμνῆσθαι νομίζων ἡμᾶς ὧν ἐμάθομεν ἐν Προγνωστικῷ καθόλου περὶ κακίας τε καὶ ἀρετῆς οὔρων. ἐνταῦθ' οὖν μοι δοκεῖ προστεθηκέναι <τὸ κρίσιμον οὐδὲ χρηστὸν οὐδὲν ἔχοντα>, καίτοι προειρηκὼς αὐτὰ λεπτά, διότι προσέγραψεν αὐτοῖς τὸ πολλά. μεμνημένος γάρ, ὅτι καὶ δι' οὔρων πλήθους αὐτὸς ἡμᾶς ἐδίδαξε γίνεσθαί ποτε κρίσιν, ἐπεσημήνατο νῦν, ὅτι καὶ πολλῶν ὄντων αὐτῶν ὅμως οὐδὲν ἦν κρίσιμον οὐδὲ χρηστόν. οὐ γὰρ ἐκκαθαίρουσα τὸ σῶμα καὶ κενοῦσα τὰ |