Ancient Greek · ~3 min
Volume 17a
Galen, In Hippocratis librum iii epidemiarum commentarii iii 17a.696
Not analysed yet
λυποῦντα φαίνεται νῦν ἡ φύσις ἐργαζομένη τὸ πλῆθος τῶν οὔρων, ἀλλ' ὥσπερ ἔμαθες ἱδρῶτάς τε καὶ διαχωρήματα ποτὲ μὲν ὡς συμπτώματα τῆς κατὰ τὸ σῶμα περιουσίας τῶν μοχθηρῶν χυμῶν ἐκκρίνεσθαι, ποτὲ δὲ ἐκκαθαιρούσης αὐτὰ τῆς φύσεως, οὕτω καὶ νῦν τὰ οὖρα πλεοναζούσης ὑγρότητος ὀρρώδους ἐν τῷ σώματι συμπτώματ' ἐστίν. διὰ τοῦτ' οὖν αὐτοῖς προσέθηκε τὸ κρίσιμον οὐδὲ χρηστὸν οὐδέν. ἐξεκρίνετο γὰρ ἤτοι διὰ πλῆθος ἄμετρον, οὐ δυναμένων αὐτὰ τῶν περιεχόντων μορίων στέγειν, ἢ διὰ δῆξιν ἰσχυρὰν ἀνιωμένων τε καὶ διὰ τοῦτο πρὸς τὴν ἀπόκρισιν ἐξορμώντων. τοιαῦτα δὲ κατὰ ταύτην τὴν κατάστασιν ἐγένετο καὶ <τὰ> διὰ τῆς γαστρὸς ἐκκρινόμενα, καθότι προείρηται, καὶ δηλονότι καὶ οἱ ἱδρῶτες ἀνὰ λόγον αὐτοῖς ἦσαν. Οὐδ' ἄλλο κρίσιμον οὐδὲν τοῖσιν οὕτως ἔχουσιν ἐφαίνετο· οὔτε <γὰρ> ᾑμορράγει καλῶς οὔτε τις ἄλλη τῶν εἰθισμένων ἀπόστασις ἐγένετο κρίσιμος. ἔθνῃσκόν τε, |