Ancient Greek
Volume 17a
Galen, In Hippocratis librum iii epidemiarum commentarii iii 17a.697
Not analysed yet
ἕκαστος ὡς τύχοι, πεπλανημένως, τὰ πολλὰ περὶ τὰς κρίσιας, ἐκ πολλοῦ δέ τινες ἄφωνοι, ἱδρῶτες πολλοί. τοῖσι μὲν οὖν ὀλεθρίως ἔχουσι ξυνέπιπτε ταῦτα. [Ἃ] Κατέλεξεν ἐνταῦθά σοι τὰ τῶν ὀλεθρίως ἐχόντων καυσωδῶν συμπτώματα. προακήκοας δὲ πολλάκις ἤδη, διὰ τί τῶν εἰρημένων ἕκαστον ὀλέθριόν ἐστιν. Παραπλήσια δὲ καὶ τοῖσι φρενιτικοῖσι. Συμπληρώσας τὸν περὶ τῶν καύσων λόγον ἐπὶ τὰ συμβάντα τοῖς φρενιτικοῖς μεταβαίνει· προσσχῶμεν οὖν κἀνταῦθα ταῖς ῥήσεσιν αὐτοῦ. |