Ancient Greek · ~2 min
Volume 17a
Galen, In Hippocratis librum iii epidemiarum commentarii iii 17a.698
Not analysed yet
Ἄδιψοι δὲ πάνυ ἦσαν οὗτοι. Περὶ τῶν φρενιτικῶν ὁ λόγος, ἀδίψους δ' αὐτοὺς γεγονέναι φησὶν οὐχ οὕτως διὰ τὸ πολλὴν ὑγρότητα πλεονάζουσαν ἔχειν ἐν τῷ στόματι τῆς γαστρός, ὡς διὰ τὸ μὴ παρακολουθεῖν οἷς ἔπασχον καὶ νενεκρῶσθαι τὴν ὀρεκτικὴν τοῦ στομάχου αὐτοῖς δύναμιν. Οὐδ' ἐξεμάνη τῶν φρενιτικῶν οὐδείς, ὥσπερ ἐπ' ἄλλοις, ἀλλ' ἄλλῃ τινὶ καταφορῇ <κακῇ,> νωθρῇ <καρη>βαρέες ἀπώλλυντο. Εἰ χωρὶς τοῦ προειπεῖν οὐδ' ἐξεμάνη τῶν φρενιτικῶν οὐδεὶς ἁπλῶς εἰρήκει τοὺς τότε φρενιτικοὺς ἀπολέσθαι καταφορῇ <κακῇ,> νωθρῇ, πιθανὸν ἦν ἀκοῦσαι μεταπτώσεως εἰς λήθαργον αὐτοῖς γενομένης οὕτω διαφθείρεσθαι. προει|