Ancient Greek · ~3 min
Volume 17a
Galen, In Hippocratis librum iii epidemiarum commentarii iii 17a.699
Not analysed yet
ρημένου δὲ τοῦ οὐδ' ἐξεμάνη οὐδείς εὐλογώτερόν ἐστι μετὰ καταφορᾶς αὐτοὺς ἀπολέσθαι μένοντας φρενιτικούς, ὅπερ ἐστὶ παραφρονοῦντας· ἐν τούτῳ γὰρ μόνῳ <τῷ> διηνεκῶς ὑπάρχειν μετὰ πυρετοῦ τὴν φρενῖτιν νοοῦμεν, οὐδενὶ διαφέρουσαν ἄλλῳ τῆς μανίας πλὴν τῷ πυρετῷ· φρενῶν μὲν γὰρ ἄμφω βλάβαι, τὸ δὲ χωρὶς πυρετοῦ τῶν μαινομένων ἴδιον, ὥσπερ τὸ σὺν πυρετῷ τῶν φρενιτικῶν. θαυμαστὸν οὖν οὐδέν, ἠθροισμένων ἐν τῷ σώματι χυμῶν ὠμῶν, ὡς τά γε διαχωρούμενα <καὶ οὐρούμενα> τὴν ἔνδειξιν ἐποιήσατο, κωματώδεις τε ἅμα καὶ παραφρονοῦντας <αὐτοὺς> γενέσθαι, κωματώδεις μὲν διά τε τὸ πλῆθος καὶ τὴν ψυχρότητα τῶν ὠμῶν χυμῶν, παραφρονοῦντας δέ, διότι σηπόμενοι δριμύτητά τε καὶ θερμασίαν ἐγέννων. Ἦσαν δὲ καὶ ἄλλοι πυρετοί, περὶ ὧν γεγράψεται.