Ancient Greek · ~3 min
Volume 17a
Galen, In Hippocratis librum iii epidemiarum commentarii iii 17a.700
Not analysed yet
Ἀναμνησθῶμεν [δ'], ὅτι προειπὼν "ἦν κατάστασις τῶν |γενομένων καύσων ἥδε" καὶ διηγησάμενος ἐφεξῆς πάντ' αὐτοῖς τὰ συμβάντα καὶ μετὰ ταῦτα πάλιν εἰπὼν "παραπλήσια δὲ καὶ τοῖσι φρενιτικοῖσιν", εἶτα καὶ τὸν περὶ τούτων λόγον ἅπαντα πληρώσας ἑξῆς ἐπήνεγκεν· ἦσαν δὲ καὶ ἄλλοι πυρετοί, περὶ ὧν γεγράψεται. δηλοῖ γὰρ ἐκ ταύτης τῆς λέξεως πυρετῶν εἴδη τὸν καῦσον εἶναι καὶ τὴν φρενῖτιν, καῦσον μέν, ὃς ἂν διηνεκὲς ἔχῃ δίψος μετὰ διηνεκοῦς πυρώσεως πολλῆς, φρενῖτιν δέ, ὃς ἂν συνεχὴς ὢν ἅμα καὶ παραφροσύνῃ γίνηται διηνεκεῖ. Στόματα πολλοῖσιν ἀφθώδεα, ἑλκώδεα. ῥεύματα περὶ αἰδοῖα πολλά, ἑλκώματα, φύματα ἔξωθεν, ἔσωθεν, τὰ περὶ βουβῶνας. Εἰρήκει μὲν ἔμπροσθεν καὶ περὶ τούτων. ἀλλ' ἐν τῷ κατὰ μέρος ὑπὲρ ἑκάστου λέγειν μέχρι τοῦ φθινοπώρου τὰς τῶν ἐρυσιπελάτων γενέσεις εἰπὼν προελθεῖν εὔδηλός |