Ancient Greek · ~3 min
Volume 17a
Galen, In Hippocratis librum iii epidemiarum commentarii iii 17a.701
Not analysed yet
ἐστι καὶ περὶ τῶν νῦν ἐφεξῆς αὐτοῖς γραφομένων ἁπάντων ἐνδεικνύμενος ταὐτό. διὰ τοῦτ' οὖν αὖθις ἐμνημόμευσε τῶν αὐτῶν. Ὀφθαλμίαι ὑγραί, μακραί, χρόνιαι μετὰ πόνων· ἐπιφύσιες βλεφάρων ἔξωθεν, <ἔσωθεν> πολλαὶ φθείρουσαι τὰς ὄψιας, ἃ σῦκα ἐπονομάζουσιν. Ἡ τοῦ πλεονάσαντος χυμοῦ περιουσία διττὸν ἔοικεν ἔχειν εἶδος ἐν τῇ κατὰ πάχος καὶ λεπτότητα διαφορᾷ, καθάπερ εἴωθεν ἀεὶ σχεδὸν ἐφ' ὑγραῖς καὶ νηνέμοις γίνεσθαι καταστάσεσιν. εἰ μὴ γὰρ οἰκείοις τις γυμνασίοις χρώμενος ῥιπίζει τε ἅμα καὶ διακαθαίρει καὶ κενοῖ τὸ σῶμα, πλῆθος ἀθροίζει χυμῶν καὶ παχέων καὶ λεπτῶν, παχέων μὲν διὰ τὴν ἀργίαν, λεπτῶν δὲ καὶ ὑδατωδῶν διὰ τὸ μὴ κεκενῶσθαι. τῆς μὲν οὖν λεπτότητος αὐτῶν τεκμήρια τά τε κατὰ τὴν γαστέρα διερχομένα λεπτὰ καὶ τὰ οὖρά γε |