Ancient Greek
Volume 17a
Galen, In Hippocratis librum iii epidemiarum commentarii iii 17a.702
Not analysed yet
<καὶ αὐτὰ> τοιαῦτα γενόμενα, τοῦ δὲ πάχους τό τε χρονίσαι πάν<τα> καὶ τὸ συνεδρεῦον τοῖς πλείστοις κῶμα. καὶ τούτοις οὖν εἰκότως, οἷς ἐπ' ὀφθαλμοὺς ἔρρεψε τὸ πλῆθος, ὑγρὰς μὲν ὀφθαλμίας εἰργάσατο διὰ τὴν λεπτότητα, τὰς δὲ τῶν βλεφάρων ἐπιφύσεις διὰ τὸ πάχος. τοῦ γὰρ ἐπιρρέοντος τοῖς ὀφθαλμοῖς χυμοῦ τὸ μὲν <λεπτότερον> ἐκκρινόμενον ὑγρὰς ἐργάζεται τὰς ὀφθαλμίας, τουτέστι μετὰ ῥεύματος ὑγροῦ καὶ ὑδατώδους, τὸ δὲ παχύτερον ἐμπλαττόμενον τοῖς πάσχουσι μορίοις τὰς ὀχθώδεις ἐπαναστάσεις. ὅσον δὲ ἐν τῷ βάθει τῶν ὀφθαλμῶν ἐγένετο τοῦ παχέος χυμοῦ, τὰς ὀδύνας εἰργάζετο. Ἐφύετο δὲ καὶ ἐπὶ τῶν ἄλλων ἑλκέων πολλὰ καὶ ἐν αἰδοίοισι. Τὰ διὰ τὸ πάχος τῆς ὕλης ἐπιφυόμενα τοῖς βλεφάροις οὐκ ἐνταῦθα μόνον, ἀλλὰ κἀπὶ τῶν αἰδοίων ἔφη γενέσθαι, καὶ εἴ πού τι μόριον ἄλλο συνέτυχεν ἑλκωθῆναι, τοῦ πάχους |