Ancient Greek
Volume 17a
Galen, In Hippocratis librum iii epidemiarum commentarii iii 17a.703
Not analysed yet
τῶν χυμῶν, ὡς εἴρηται, τὰς τοιαύτας ἐπιφύσεις ἐργαζομένου· καλοῦσι δ' αὐτὰς οἱ πολλοὶ μύκητας. Ἄνθρακες πολλοὶ κατὰ θέρος καὶ ἄλλα, ἃ σῆψις καλέεται. Καὶ διὰ τὸ χρονίζειν μὲν ἐν τῷ σώματι τὴν κακοχυμίαν ἡ σηπεδὼν ηὐξάνετο, τοῦ θέρους δ' ἐπιλαβόντος οὐδ' αὐτοῦ τοὺς ἐτησίας ἔχοντος ἔτι καὶ μᾶλλον εἰς ἄκρον ἀφίκετο καὶ διὰ τοῦτο θερμὰ νοσήματα πλείω τε καὶ κακοηθέστερα τῶν ἔμπροσθεν ἐγένετο. δέδεικται γάρ, ὅτι καὶ ὁ ἄνθραξ ἐκ θερμῆς μὲν τῇ ποιότητι, παχείας δὲ κατὰ τὴν σύστασιν ὕλης ἔχει τὴν γένεσιν. Ἐκθύματά τε μεγάλα.