Ancient Greek
Volume 17a
Galen, In Hippocratis librum iii epidemiarum commentarii iii 17a.704
Not analysed yet
Πρόδηλον μέν, ὅτι παρὰ τὸ ἐκθύειν, ὅπερ ἐστὶν ἐξορ|μᾶν, ἡ προσηγορία τοῖς ἐκθύμασι γέγονεν ἐπὶ τῶν αὐτομάτως ἐξανθούντων κατὰ τὸ δέρμα. γένεσις δ' αὐτοῖς ἐκ τῶν περιττῶν δηλονότι χυμῶν· ἀλλὰ <καὶ αὐτῶν τὰ εἴδη καὶ τῇ ποσότητι> καὶ τῇ ποιότητι προσηκόντως ἕπεται, τῶν μὲν χυμῶν λεπτῶν ἑλκώσεις ἐργαζομένων μᾶλλον ἢ ὄγκους, τῶν δὲ παχέων εἰς ὄγκον ἐξαιρόντων τὸ δέρμα. πρόδηλον δ', ὅτι ταὐτοῦ γένους ἐστὶ τοῖς προειρημένοις ἐπιφύεσθαι κατὰ τὰ βλέφαρά <τε καὶ τὰ αἰδοῖα> καὶ τὰ ἕλκη [καὶ] τὰ νῦν ἐν τῷ δέρματι τὴν γένεσιν αὐτόματον ἔχοντα. Ἕρπητες πολλοῖσι μεγάλοι. Μεγάλους ἤτοι διὰ τὸ πολὺν ἐπιλαβεῖν τόπον ἢ διὰ τὸ μετ' ἀναβρώσεως κακοήθους γενέσθαι κέκληκεν. ἑκάτερον δ' ἀκολουθεῖ τῇ κατὰ τοὺς χυμοὺς εἰρημένῃ διαθέσει. Τὰ δὲ κατὰ κοιλίην πολλοῖσι πολλὰ καὶ βλαβερὰ συνέβαινε. |