Ancient Greek
Volume 17a
Galen, In Hippocratis librum iii epidemiarum commentarii iii 17a.705
Not analysed yet
πρῶτον μὲν τεινεσμοὶ πολλοῖσιν ἐπιπόνως, πλείστοισι δὲ παιδίοισι καὶ πᾶσιν ὅσα πρὸ ἥβης, καὶ ἀπώλλυντο τὰ πλεῖστα τούτων. Καὶ διὰ τὴν ὑγρότητα τῆς ἡλικίας καὶ διότι πλείω προσφερόμενα τὰ παιδία διαφθείρει τὰς τροφὰς πολλάκις, εἰκότως ἡλίσκετο τεινεσμοῖς. ἔστι μὲν οὖν καὶ ἄλλως ὀδυνηρόν τε καὶ ὀχληρὸν τὸ πάθος, ὀδυνηρὸν μὲν διὰ τὴν τάσιν, ὀχληρὸν δὲ διὰ τὸ συνεχὲς τῆς ἐξαναστάσεως, ἐν δὲ τῇ νῦν καταστάσει πληθωρικῇ τε ἅμα καὶ κακοχύμῳ γενομένῃ <πολὺ μᾶλλον>. Πολλοὶ λειεντερικοί. Ἀρρωστούσης γε τῆς καθεκτικῆς δυνάμεως ἔμαθες γινομένας τὰς λειεντερίας. εἰκὸς δὲ νῦν, ὥσπερ ἡ ὀρεκτικὴ δύναμις τῆς γαστρὸς ἐνεκρώθη, δι' ἣν ἀποσίτους ἐσχάτως αὐτοὺς γενέσθαι φησὶν ὀλίγον ὕστερον, οὕτως καὶ τὴν καθεκτικὴν βλαβῆναι. |