Ancient Greek · ~3 min
Volume 17a
Galen, In Hippocratis librum iii epidemiarum commentarii iii 17a.706
Not analysed yet
Δυσεντεριώδεες, οὐδ' οὗτοι λίην ἐπιπόνως. Ἀκόλουθον ἦν ἐπιφέρεσθαι τοὺς προειρημένους τισὶν οὐκ ἐπιπόνως νοσήσασι, προείρηται δ' οὐδεὶς <τοι>οῦτος, ἀλλὰ τοὐναντίον μᾶλλον οἵ τ' ἔμπροσθεν ἅπαντες οἵ τε πρὸ τῶν λειεντερικῶν εἰρημένοι τεινεσμώδεις ἐπιπόνως ἐνόσησαν. μήτι οὖν ἡ λέξις ἡμάρτηται, καθάπερ καὶ ἄλλα πολλὰ τῶν ἁμαρτημάτων ἐν πολλοῖς τῶν βιβλίων ἐφυλάχθη, τοῦ πρώτου γραφέως ἁμαρτόντος· ἄμεινον γὰρ ἦν γεγράφθαι· "οὗτοί τε λίην ἐπιπόνως." ἔνιοι μέντοι φασὶν εἰρῆσθαι τὸ οὐδ' οὗτοι λίην ἐπιπόνως ἐν ἴσῳ τῷ "πολλοὶ δυσεντεριώδεις οὐκ ἐγένοντο", δηλοῦν βουλομένου τἀνδρὸς ἐκ τοῦ ἐπιπόνως τὴν γένεσιν τοῦ νοσήματος, οὐ τὸν τρόπον. ἔνιοι δ', ὅτι τοῖς λειεντερικοῖς ἀνωδύνως ἐνοχλουμένοις ἐφεξῆς εἴρηται, διὰ τοῦτό φασι τὸ οὐδ' οὗτοι λίην ἐπιπόνως ὑπ' αὐτοῦ προστεθεῖσθαι, νοούντων ἡμῶν τοὺς λειεντερικοὺς ἐξ ἀνάγκης ἀνωδύνους εἶναι. |