Ancient Greek
Volume 17a
Galen, In Hippocratis librum iii epidemiarum commentarii iii 17a.707
Not analysed yet
Τὰ δὲ χολώδεα καὶ λιπαρὰ καὶ λεπτὰ καὶ ὑδατώδεα· πολλοῖσι μὲν αὐτὸ τὸ νόσημα ἐς τοῦτο κατέσκηψεν ἄνευ πυρετῶν καὶ ἐν πυρετοῖσι. μετὰ πόνων <στρόφοι καὶ ἀνειλήσιες κακοήθεες· διέξοδοι> πολλῶν ἐνόντων καὶ ἐπισχόντων. τὰ δὲ διεξιόντα πόνους οὐ λύοντα. Καὶ μόρια τοῦ σώματος πάμπολλα ἔπαθεν, <ὡς ἐδήλωσεν ὁ Ἱπποκράτης> ἐν τῷ προκειμένῳ λόγῳ, καὶ πᾶν εἶδος ἐν αὐτῷ συνέστηκε <τοῦ> νοσήματος, ἐπειδὴ φύσει διαφέρουσιν ἀλλήλων οἱ ἄνθρωποι καὶ ἡλικίαις καὶ διαίταις. ἄλλος μὲν οὖν ἄλλον ἔχων πλεονάζοντα χυμὸν ἀπὸ τῆς<δε τῆς> καταστάσεως ηὔξησε τοῦτον, ὡς ἐδείξαμεν, εἶτα τῆς σηπεδόνος ἐπιγενομένης κατὰ τὰς διαφορὰς τῶν ἠθροισμένων χυμῶν ἡ σῆψις ὑπηλλάττετο. καὶ μέντοι καὶ φερομένης αὐτῆς εἰς τὸν ἑκάστῳ τῶν πασχόντων τόπον ἀσθενέστατον φύσει πολλοῖς οὕτω συνέβη παθεῖν μορίοις, ὡς ἂν καὶ τῶν ἀνθρώπων ἱκανῶν πολλῶν γενομένων. εὔλογον οὖν ἦν τοῖς φύσει χολώδεσι