Ancient Greek · ~3 min
Volume 17a
Galen, In Hippocratis librum iii epidemiarum commentarii iii 17a.708
Not analysed yet
καὶ κατὰ |τὴν ἀκμαστικὴν ἡλικίαν οὖσι καὶ φροντισταῖς καὶ ταλαιπωρουμένοις ἐν ἔργοις τε καὶ πράξεσι ταῦτα πλεονάσαι. τὰ δὲ λιπαρὰ συντήξεως αὐτὸς ἐδίδαξεν εἶναι σημεῖα, τὰ δὲ <λεπτὰ καὶ> ὑδατώδη λεπτῆς καὶ ὀρρώδους ὑγρότητος. πολλοῖς δέ φησιν αὐτὸ τοῦτο γενέσθαι τὸ νόσημα, τουτέστι τὸ διαχωρεῖν τὰ τοιαῦτα. καὶ μὴν καὶ χωρὶς πυρετῶν <ἐνίοις καὶ ἐν πυρετοῖς> ἐνίοις τοῦτο γενέσθαι φησίν, τὰς δὲ διεξόδους, τουτέστι τὰς κενώσεις, αὐτοῖς συμβῆναι, πολλῶν ἐνόντων καὶ ἐπισχόντων, ὅπερ ἴσως σημαίνει· "πολλῶν ἔτι καὶ κατὰ τὸ σῶμα μενόντων, οὐδὲν ἧττον τὰς διεξόδους γενέσθαι πολλάς." καὶ διὰ τοῦτο μηδὲ τοὺς πόνους λῦσαι τὰ διεξιόντα. πῶς γὰρ οἷόν τέ <ἐστι πόνους> λύειν αὐτά, πολλῶν ἔτι τῶν ἐπεχομένων ὄντων; Τοῖσί τε προσφερομένοισι δυσκόλως ὑπακούοντα· καὶ γὰρ αἱ καθάρσιες τοὺς πλείστους προσέβλαπτον. |