Ancient Greek · ~3 min
Volume 17a
Galen, In Hippocratis librum iii epidemiarum commentarii iii 17a.709
Not analysed yet
<Τὸ> προσφερόμενα δύναται λέγειν καὶ κοινῶς ἅπαντα τὰ βοηθήματα καὶ ἰδίως τὰ ἐσθιόμενα καὶ πινόμενα. τὰς δὲ καθάρσεις, ὧν ἐμνημόνευσεν, ἐν ἑκατέροις τάξαι δυνατόν. ὅτι δ' οὐκ ὠφέλει τὰ βοηθήματα τοὺς οὕτως ἔχοντας, εὔδηλόν ἐστιν, εἰ καὶ μηδὲν αὐτὸς εἰρήκει. πολλῶν γὰρ ἀποθανόντων ἀνωφελῆ δηλονότι πᾶσιν <ἦν> αὐτοῖς τὰ βοηθήματα. <Τῶν δὲ οὕτως ἐχόντων πολλοὶ μὲν ὀξέως ἀπώλλυντο, πολλοῖσι δὲ καὶ μακρότερα διῆγεν. >Ὡς δ' ἐν κεφαλαίῳ εἰρῆσθαι, πάντες, καὶ οἱ τὰ μακρὰ νοσέοντες καὶ <οἱ> τὰ ὀξέα, ἐκ τῶν κατὰ κοιλίην ἀπέθνῃσκον μάλιστα. <πάντας γὰρ κοιλίη συναπήνεγκεν. >Καὶ ὁ καθ' ἡμᾶς γενόμενος οὗτος ὁ μακρότατος λοιμὸς ἐκ τῶν διὰ τῆς κοιλίας κενουμένων σχεδὸν ἅπαντας ἀνεῖλεν. ἦν δὲ συντηκτικὰ τὰ κενούμενα, καὶ τοῦτ' ἔοικεν ἀχώριστον εἶναι σύμπτωμα τοῦ καλουμένου λοιμώδους ἰδίως πυρετοῦ, καταλαμβάνοντος τοὺς ἀνθρώπους καὶ χωρὶς λοιμοῦ. |