Ancient Greek · ~3 min
Volume 17a
Galen, In Hippocratis librum iii epidemiarum commentarii iii 17a.710
Not analysed yet
Ἀπόσιτοι πάντες μὲν ἐγένοντο καὶ ἐπὶ πᾶσι τοῖσι προγεγραμμένοισιν, ὡς ἐγὼ οὐδὲ πώποτε ἐνέτυχον, πολὺ δὲ μάλιστα οὗτοι καὶ οἱ ἐκ τούτων καὶ τῶν ἄλλων δ' οἱ ὀλεθρίως ἔχοντες. Καὶ τοῦτο τὸ σύμπτωμα πάντας κατέλαβε τοὺς ἐν τῷ νῦν γενομένῳ λοιμῷ τῷ μακρῷ καὶ δι' αὐτό γε τοῖς πλείστοις ἀποθανεῖν συνέβη. ὅσοι γοῦν ἀνδρειότερον βιαζόμενοι σφᾶς αὐτοὺς προσεφέροντο τὰ διδόμενα σιτία, σχεδὸν ἅπαντες ἐσώθησαν. οἱ πλεῖστοι δ' ἀποθανεῖν εἵλοντο μᾶλλον ἢ προσενέγκασθαί τι. τοῦτ' οὖν ἔοικε συμβῆναι καὶ τοῖς τότε νοσήσασι τὰ κατὰ γαστέρα μάλιστα· καὶ γὰρ καὶ ταύτης ἔργον ἐστὶν ὄρεξις σιτίων. Διψώδεες οἱ μέν, οἱ δ' οὔ. |