Ancient Greek
Volume 17a
Galen, In Hippocratis librum iii epidemiarum commentarii iii 17a.711
Not analysed yet
Περὶ τῶν ἄνευ πυρετοῦ διὰ γαστρὸς ταραχήν, ὡς αὐτὸς ὠνόμασεν, ἐνοχλουμένων ὁ λόγος αὐτῷ νῦν εἴρηται. δῆλον δ' ἐξ ὧν ἐπιφέρων εἶπε· "τῶν δ' ἐν πυρετοῖσι καὶ τοῖσιν ἄλλοισιν οὐδεὶς ἀκαίρως", φανερὸν δ' ἐξ ὧν εἰρήκαμεν ἀνωτέρω καὶ διὰ τί μήτε διψώδεις ἅπαντες ἦσαν μήτ' ἄδιψοι. πάχος τε γὰρ χυμῶν καὶ λεπτότης ὑδατώδης ἠθροίσθη, ψυχρὰ μὲν ἄμφω κατὰ τὴν ἑαυτῶν φύσιν, ἐπίκτητον δὲ θερμασίαν ἐκ σηπεδόνος λαμβάνοντα. καὶ τοίνυν ἐφ' ὧν μὲν ἤδη τὸ σηπεδονῶδες θερμὸν ἐπεκράτει, διψώδεις ἦσαν, ἐφ' ὧν δ' οὐδεπώποθ', οὗτοι πάλιν εὐλόγως ἦσαν ἄδιψοι. Τῶν δὲ ἐν πυρετοῖσι καὶ τοῖς ἄλλοισιν οὐδεὶς ἀκαίρως <προς>ηνέγκατο ποτόν. |