Ancient Greek
Volume 17a
Galen, In Hippocratis librum iii epidemiarum commentarii iii 17a.712
Not analysed yet
Εἰρηκὼς ἐν τῇ πρόσθεν ῥήσει περὶ τῶν κατὰ κοιλίαν ἐνοχληθέντων, ὅτι "διψώδεις ἦσαν οἱ μέν, οἱ δ' οὔ", νῦν ἤδη καὶ περὶ τῶν ἅμα πυρετοῖς νοσούντων ἔφη μηδένα διψώδη γενέσθαι πάνυ σφόδρα, μηδ' ὥστε τοῖς ἰατροῖς ἀπειθεῖν. ἐγένετο δὲ τοῦτο διὰ τὸ μὴ συρρεῖν αὐτοῖς εἰς τὴν γαστέρα τῶν σηπεδονωδῶν ἰχώρων τοσοῦτον ὅσον ἐπὶ τῶν προειρημένων. Οὖρα δὲ πολλὰ μὲν τὰ διεξιόντα ἦν, οὐκ ἐκ τῶν προσφερομένων ποτῶν, ἀλλὰ πολλὸν ὑπερβάλλοντα, πολλὴ δέ τις καὶ τῶν οὔρων κακότης ἦν τῶν ἀπιόντων. οὔτε γὰρ πάχος οὔτε πεπασμὸς οὔτε κάθαρσις χρηστή. ἐπὶ πολλοῖσι γὰρ αἱ κατὰ κύστιν καθάρσιες, ὡς εἴρηται, γενόμεναι ἀγαθόν· ἐσήμαινεν δὲ τοῖσι πλείστοισι σύντηξιν καὶ ταραχὴν καὶ πόνους καὶ χρόνους καὶ ἀκρισίας. |