Ancient Greek · ~3 min
Volume 17a
Galen, In Hippocratis librum iii epidemiarum commentarii iii 17a.713
Not analysed yet
Σαφῆ πάντ' ἐστὶ τὰ εἰρημένα καὶ δεῖται μνήμης, οὐκ ἐξηγήσεως. αὐτὸς γὰρ ἐνεδείξατο σαφῶς κατὰ τὸν ἔμπροσθεν λόγον, ὃν ἐγὼ διῆλθον, ὡς ἐνίοτε λόγῳ συμπτώματος κενοῦται τὰ οὖρα, καθάπερ ἱδρῶτές τε καὶ ἔμετοι καὶ τὰ διὰ γαστρὸς ἀπιόντα. Κωματώδεες δὲ μάλιστα μὲν οἱ φρενιτικοὶ καὶ οἱ καυσώδεες ἦσαν, ἀτὰρ καὶ ἐπὶ τοῖσιν ἄλλοισι νοσήμασι πᾶσι τοῖσι μεγίστοισιν, ὅτι μετὰ πυρετοῦ γίνοιτο. <Τὸ> πάχος τῆς ὕλης εἰργάζετο τὸ κῶμα καὶ μάλιστ' ἐκείνοις, ἐφ' ὧν ἔπαθεν ἡ κεφαλή. πάσχει δὲ τοῖς μὲν φρενιτικοῖς κατὰ πρῶτον λόγον, καυσώδεσι δὲ κατά τι συμβεβηκός. ἡ γὰρ θερμασία τοῦ πυρετοῦ πρὸς τὴν κεφαλὴν ἀναφέρει τοὺς μοχθηροὺς χυμούς. ἐπλεόναζον δὲ νῦν οἱ ὠμοὶ καὶ ψυχροί. |