Ancient Greek · ~2 min
Volume 17a
Galen, In Hippocratis librum iii epidemiarum commentarii iii 17a.714
Not analysed yet
Διὰ παντὸς δὲ τοῖσι πλείστοισιν ἢ βαρὺ κῶμα παρείπετο ἢ μικροὺς καὶ λεπτοὺς ὕπνους κοιμᾶσθαι. Βαρὺ κῶμα τὸ δυσδιέγερτον ἀκουστέον ἐστί, τὸ δὲ μικροὺς καὶ λεπτοὺς ὕπνους ἔχον ἐναντίον ἐστίν. ἐγένετο δὲ τὸ μὲν πρῶτον, οἷς ἐπεκράτει τὸ πάχος καὶ τὸ πλῆθος τῆς ψυχρᾶς ὕλης, τὸ δὲ δεύτερον, οἷς ἡ λεπτότης διασηπομένη. Πολλὰ δὲ καὶ ἄλλα πυρετῶν ἐπεδήμησεν εἴδεα, τριταίων, τεταρταίων, νυκτερινῶν, συνεχῶν, μακρῶν, πεπλανημένων, ※※※Διὰ τὴν ποικιλίαν τῶν λυπούντων χυμῶν τά τ' ἄλλα νοσήματα καὶ τὰ τῶν πυρετῶν εἴδη πλείω συνέπεσεν. ἐμνη|