Ancient Greek
Volume 17a
Galen, In Hippocratis librum iii epidemiarum commentarii iii 17a.723
Not analysed yet
σιν ἐνδείκνυται, τὸ δ' ὑπέρυθρον οὐχ ὁμοίως μὲν τῷ λευκῷ τὴν ψυχράν, οὐδέπω δ' οὐδ' αὐτὸ τὴν θερμήν. οἱ δὲ λευκοφλεγματίαι πρόδηλοι δήπου ψυχρᾶς κράσεως ὄντες, εἴ τι μεμνήμεθα τῶν ἐν τοῖς Περὶ κράσεων εἰρημένων. ἔστι δ' αὐτοῖς μαλακὴ καὶ ὕποιδός πως ἡ σὰρξ ἐγγύς τι τῶν ἑαλωκότων ὑδέρῳ τῷ λευκοφλεγματίᾳ καλουμένῳ. οὕτω μὲν οὖν ἅπαντες προδήλως εἰσὶ ψυχρᾶς κράσεως, οἱ φακώδεις δ', ὡς ἔμαθες, κακόχυμοι. καὶ μὴν καὶ περὶ τῶν χαροπῶν καὶ ὅλως περὶ τῶν κατὰ τοὺς ὀφθαλμοὺς χρωμάτων ἔμαθες ἐν τοῖς Περὶ κράσεων, ὡς οὐχ ἁπλῶς εἴη λαβεῖν ἐκ τοιούτου σημείου βέβαιον τεκμήριον κράσεως ὅλου τοῦ σώματος, ὅτι μὴ μόνων τῶν ὀφθαλμῶν, οὐδὲ τούτων ἐναργῶς ἐπὶ τῶν προειρημένων. πρῶτον μὲν γάρ, <εἰ> τοὺς χαροποὺς λεγομένους ὀφθαλμοὺς ὁποῖοί τινές εἰσιν ἐννοῆσαι χρή, τῶν ὑπὸ τοῦ ποιητοῦ γεγραμμένων ἀναμνησθέντες, ἔνθα φησίν |