Ancient Greek · ~3 min
Volume 17a
Galen, In Hippocratis librum iii epidemiarum commentarii iii 17a.724
Not analysed yet
ἄρκτοι τ' ἀγρότεροί τε σύες χαροποί τε λέοντες· εἶτα θεασάμενοι πολλοὺς λέοντας οὕτω παράθεσθε τῇ μνήμῃ τὸ χρῶμα τῶν ὀφθαλμῶν, ὡς ἐπ' ἀνθρώπων ἰδόντα δύνασθαι ῥᾳδίως γνωρίσαι, κἀπειδὰν φαίνωνται καὶ <αὐτοὶ> τοιοῦτοι, καὶ τὴν κρᾶσιν, ὅσον ἐπὶ τοῖς ὀφθαλμοῖς, θερμὴν καὶ ξηρὰν εἶναι φάναι. μάχεται δὲ τούτῳ κατὰ τὴν προκειμένην ῥῆσιν οὐκ ὀλίγα. πρῶτον μὲν γὰρ <γνώρισμα> ἅμα τῆς ψυχροτέρας κράσεως ἔταξε τὸ χαροπόν, εἶθ' ἑξῆς ὠνόμασε τοὺς πικροχόλους ὡς ἑτέρους τούτων ὄντας· καίτοι φανερῶς οὗτοι θερμῆς καὶ ξηρᾶς κράσεώς εἰσιν. καὶ μέντοι καὶ τὰ γεγραμμένα πάθη μεθ' ὧν εἶπεν εἰδῶν τοῦ σώματος ἐνδείκνυται καὶ αὐτὰ τοὺς μὲν πρώτους εἰρημένους ἅπαντας εἶναι ψυχροτέρους, τοὺς δ' <ὑπ>ερύθρους θερμοτέρους, τοὺς δὲ πικροχόλους ἱκανῶς θερμούς· φαίνεται γὰρ ἡ κατάστασις ἀθροίσασά τε πλῆθος ἐν τῷ σώματι καὶ πληρώσασα τὴν κεφαλήν· καὶ τοῦτο μὲν <εἰκός ἐστι> κοινὸν ἁπάντων γενέσθαι τῶν νοσημάτων, |