Ancient Greek
Volume 17a
Galen, In Hippocratis librum iii epidemiarum commentarii iii 17a.725
Not analysed yet
ἁλῶναι δὲ καθ' ἕκαστον ἰδίῳ νοσήματι κατὰ τὴν οἰκείαν φύσιν ἄλλον ἄλλῳ, <φθίσει μὲν τοὺς φλεγματώδεις> διαρροίαις δὲ καὶ δριμέσι διαχωρήμασι καὶ λιπαροῖς τοὺς πικροχόλους. αὐτὸς γὰρ εἶπεν ἐν Προγνωστικῷ· "καὶ τὰς λιπαρότητας δὲ τὰς ἄνω ἐφισταμένας ἀραχνοειδέας μέμφεσθαι· συντήξεως γὰρ σημεῖον." οἱ μὲν οὖν πικρόχολοι συντηκτικοῖς πυρετοῖς εἰκότως ἑάλωσαν ἠνωχλοῦντό τε τοῖς κατὰ τὴν γαστέρα διαχωρήμασιν. οἱ δ' ἐρυθροὶ καὶ πρὸς μελαγχολίαν ἐπιτήδειοι παχὺ καὶ θερμὸν ἔχοντες αἷμα τοῖς φρενιτικοῖς τε καὶ καυσώδεσιν εἰκότως ἑάλωσαν νοσήμασι καὶ δυσεντερίαις ταῖς αἱματηραῖς ὡς εἰκὸς μάλιστα. μεμαθήκαμεν γάρ, ὅτι διτταί τινές εἰσιν, ἐξ ἑλκώσεως μὲν ἀναβρωθέντων τῶν ἐντέρων ἡ ἑτέρα διαφορά, πολλοῦ δ' αἵματος ἐκκενουμένου διὰ τῶν εἰς ἔντερα καθηκουσῶν φλεβῶν ἡ λοιπή. ὅσαι δὲ τῶν φύσεων ἤτοι θερμότεραι μόνον <ἦσαν> ἢ ψυχρότεραί τε ἅμα καὶ ὑγρότεραι, ταύτας εἰκὸς ἦν, ὡς ἂν μήτε πυρετοῖς εὐαλώτους οὔσας μήτε χολώδεσι παθήμασι, μόνοις τοῖς ἀπὸ κεφαλῆς ἁλῶναι ῥεύμασι καὶ διὰ τοῦτο φθινωδῶς νοσῆσαι. γεγραφότος δὲ τοῦ Ἱπ|ποκράτους·