Ancient Greek
Volume 17a
Galen, In Hippocratis librum iii epidemiarum commentarii iii 17a.726
Not analysed yet
εἶδος δὲ τῶν φθινωδέων ἦν τὸ λεῖον, τὸ ὑπόλευκον, τὸ φακῶδες, τὸ ὑπέρυθρον, ἀναμείξαντος δὲ τῷ λόγῳ καὶ τοὺς χαροπούς, ἄξιον ἔδοξέ μοι ζητήσεως εἶναι τὸ λελεγμένον. εὔλογον γὰρ ἦν οὐ χαροπούς, ἀλλὰ γλαυκοὺς μᾶλλον εἰρῆσθαι, δοκοῦντας εἶναι τοὺς μὲν ψυχρᾶς, τοὺς δ' ὑγρᾶς, τοὺς δ' ἅμα ψυχρᾶς τε καὶ ὑγρᾶς κράσεως, ὧν οὐδὲν ἐναντιοῦται τῷ προκειμένῳ λόγῳ. παρατίθεσθε γοῦν τά τε βρέφη καὶ Σκύθας καὶ Κελτοὺς καὶ Γερμανοὺς ὑγροτέρους μὲν ὄντας ὁμολογουμένως τῇ κράσει, ψυχροτέρους δ' οὐκέθ' ὁμολογουμένως. ἐμοὶ μὲν οὖν διὰ ταῦτ' ἔδοξεν ἄξιον εἶναι ζητήσεως τὸ περὶ τῆς τῶν χαροπῶν ὀφθαλμῶν χροιᾶς. τῶν δ' ἐξηγησαμένων τὸ βιβλίον οἱ μὲν ἐμπειρικοὶ καὶ σὺν αὐτοῖς καὶ ὁ Λύκος ὥσπερ ἄλλα πολλὰ καὶ τοῦτο χωρὶς τοῦ ζητῆσαι τὴν αἰτίαν εἰς παρατήρησιν ※※. οἱ δ' Ἱπποκράτειοι, τινὲς μὲν θερμῆς κράσεως εἰπόντες εἶναι γνώρισμα τὸ χαροπόν, οἱ δὲ ξηρᾶς, εἰσὶ δ' οἳ καὶ ἀμφοτέρων, οὐδὲν ἔτι προστιθέασιν. ἤρκεσε γοῦν εἰπεῖν Σαβίνῳ τοῦτο μόνον· "τὸ δὲ χαροπὸν πάνυ ξηρὸν ὂν ἔχει ἐπικλινίαν πρὸς φθίσιν," οὔτε τὸν λογι|