Ancient Greek · ~4 min
Volume 17a
Galen, In Hippocratis librum iii epidemiarum commentarii iii 17a.727
Not analysed yet
σμὸν εἰπόντι, δι' ὃν τοῦτ' ἔγραψεν, οὔτε ὅτι τἄλλα, μεθ' ὧν γέγραπται τοῦτο, πάντ' ἐστὶ ψυχροτέρας τε καὶ ὑγροτέρας κράσεως γνωρίσματα. μή τι οὖν ἀντὶ τοῦ "γλαυκοῦ" τὸ χαροπὸν ἔγραψεν ὁ Ἱπποκράτης παρενεχθεὶς ἐν τῇ προσηγορίᾳ. τί γὰρ ἂν ἄλλο τις εἴποι; τοῦτο μὲν οὖν ἐν κοινῷ προκείσθω σκοπεῖν. ἐπὶ δὲ τὰ κατάλοιπα τῆς ῥήσεως ἴωμεν. ἐν μὲν γὰρ τοῖς φθινώδεσι νοσήμασιν ἅμα τοῖς προειρημένοις καὶ τοὺς πτερυγώδεις ἔγραψεν, οὐ διὰ τὴν κρᾶσιν, ἀλλὰ διὰ τὴν μοχθηρὰν διάπλασιν τοῦ θώρακος ἐπιτηδείως ἔχοντας εἰς φθίσιν ἐμπεσεῖν. ἕπεσθαι δ' εἰκός ἐστι καὶ τὴν διάπλασιν αὐτοῦ τῇ συμφύτῳ θερμότητι. κατὰ δὲ τὴν τελευτὴν τοῦ περὶ τῶν φθινωδῶν λόγου προσθέντος τοῦ Ἱπποκράτους καὶ γυναῖκες οὕτως, ἄξιον ἐπισκέψασθαι, πότερον οὑτωσί πως εἶπεν, ὡς εἰ καί τις ἔφη καὶ τὰς γυναῖκας ἁλῶναι τοῖς φθινώδεσι πάθεσιν ὁμοίως τοῖς ἀνδράσιν, ὅσαι τῶν αὐτῶν ἦσαν εἰδῶν, ἢ καὶ χωρὶς τοῦ ταῦτ' ἔχειν τὰ γνωρίσματα πλεονάσαι φησὶ τὸ πάθος ταῖς γυναιξίν, ὡς ἂν ὑγροτέραις τε καὶ ψυχροτέραις οὔσαις, ὥσθ', |