Ancient Greek · ~4 min
Volume 17a
Galen, In Hippocratis librum iii epidemiarum commentarii iii 17a.728
Not analysed yet
ὅπερ ἐνίοις τῶν ἀνδρῶν διὰ τὴν ἰδίαν ἑκάστου κρᾶσιν ἐγένετο, τοῦτο πάνυ πολλαῖς τῶν γυναικῶν διὰ τὴν κοινήν. ἐμοὶ δ' οὖν ἑκάτερον δοκεῖ λόγον ἔχειν, πιθανὸν γάρ ἐστι πλείους τῶν ἀνδρῶν ἁλῶναι τὰς γυναῖκας τῷ φθινώδει πάθει διὰ τὴν κοινὴν αὐτῶν κρᾶσιν ἐξαιρέτως τε παθεῖν αὐτάς, ὅσαι τοιαῦται τὸ εἶδος ἦσαν, οἵους κατέλεξε τοὺς ἄνδρας. ἐφεξῆς δ' εἰρηκότος αὐτοῦ τὸ μελαγχολικὸν καὶ ὕφαιμον εἶδος ἁλῶναι μάλιστα καύσοις τε καὶ φρενίτισιν, ἀναμνησθῶμεν ὧν ἐμάθομεν, ὡς ἐν τοῖς αἷμα παχὺ καὶ θερμὸν γεννῶσιν ἕτοιμόν ἐστιν εἰς μελαγχολικὴν ἀφικέσθαι κακοχυμίαν. ἄκουε τοίνυν οὐ τῶν ἤδη τὴν μέλαιναν <χολὴν> ἠθροικότων πολλήν, ἀλλὰ τῶν ἐπιτηδείως ἐχόντων πρὸς τὴν γένεσιν αὐτῆς. εἰκότως δὲ τούτους θερμοῖς ἁλῶναι συνέβη νοσήμασιν, ὡς ἂν καὶ φύσει θερμοτέρους ὄντας. ἔμπροσθεν δ' εἰρηκὼς τοῖς φθινώδεσιν ἁλῶναι νοσήμασι τοὺς φλεγματώδεις, νῦν προσθεὶς αὐτοῖς τὸ τῆς ἡλικίας ἔφη· τεινεσμοὶ νέοισι φλεγματώδεσιν, ὡς οὐ μόνης τῆς φυσικῆς