Ancient Greek · ~4 min
Volume 17a
Galen, In Hippocratis librum iii epidemiarum commentarii iii 17a.740
Not analysed yet
διῆλθον οὖρον ἐοικὸς ἐλαίῳ κατὰ χρόαν καὶ σύστασιν, ἥκιστα λιπαρὸν φαίνεται. καὶ αὐτὸς δὲ ὁ Ἱπποκράτης ἐν τῷ Προγνωστικῷ φησι· "καὶ τὰς λιπαρότητας δὲ τὰς ἄνω ἐφισταμένας ἀραχνοειδέας μέμφεσθαι, συντήξεως γὰρ σημεῖον." ἄνωθεν μὲν οὖν ἐφισταμένας λιπαρότητας εἴδομεν πολλάκις, οὔτε δ' ὅλον οὐρηθέν ποτε τοιοῦτον οὖρον οὔτε κατὰ τὸ μέσον αὐτὸ λιπαρότητας ἐμφερομένας, πολὺ δ' ἔτι μᾶλλον οὐδ' ὑποχωρούσας κάτω· φύσιν γὰρ ἔχει τὸ λιπαρὸν ἅπαν ἐποχεῖσθαι τοῖς ἄλλοις ὑγροῖς. οὐ μὴν οὐδ' ἔγραψέ τι περὶ <τῶν> τοιούτων οὔρων ὁ Ἱπποκράτης ἐν τῷ Προγνωστικῷ, καίτοι πάντα διελθὼν ἀκριβῶς τε καὶ σαφῶς τὰ συνεμπίπτοντα τοῖς ὀξέσι νοσήμασιν. καὶ μέντοι καὶ κατὰ τὴν αὐτὴν ἡμέραν, τὴν ἕκτην, ἔφη διαχωρήματα γενέσθαι τῷ προκειμένῳ κατὰ τὸν λόγον ἀρρώστῳ χολώδεα, λιπαρά. ταῦτα μὲν οὖν ἄντικρυς φαίνεται τηκομένης ὑπὸ τοῦ πυρετοῦ τῆς πιμελῆς γίνεσθαι καὶ δόξει μαρτυρεῖν τοῖς λιπαρὰ νομίζουσιν εἶναι τὰ ἐλαιώδη οὖρα. δύναται δὲ καὶ πρὸς τοὐναντίον ἄγεσθαι.