Ancient Greek · ~4 min
Volume 17a
Galen, In Hippocratis librum vi epidemiarum commentarii vi 17a.804
Not analysed yet
τιαίου, τὰ δὲ ἐκ μυῶν φυόμενα. ὀνομάζεται δὲ ὑπὸ μὲν Ἱπποκράτους τοὐπίπαν τὸ μὲν πρῶτον αὐτῶν εἰρημένον σύνδεσμος, τὸ δὲ δεύτερον νεῦρόν τε καὶ τόνος, τὸ δὲ τρίτον τένων. ἔνιοι δὲ νεῦρα πάντα καλέσαντες δι' ἣν εἶπον ὁμοιότητα τὸ μὲν πρῶτον αὐτῶν γένος συνδετικὸν εἶναί φασι, τὸ δὲ δεύτερον αἰσθητικόν τε καὶ προαιρετικόν, τὸ δὲ τρίτον ἀπονεύρωσιν ὀνομάζουσιν. ἀλλ' οὐδ' ἐξ ἑνὸς τῶν τριῶν τούτων γενῶν ἡ μήτρα μετέχει νεύρων πολλῶν. ἐπεὶ δ' ἔκτασίν τε καὶ συστολὴν ἄχρι πλείστου τὸ σῶμα αὐτῆς φαίνεται ποιούμενον, ὃ μήτε τοῖς σαρκώδεσι· μήτε τοῖς πιμελώδεσι μορίοις ὑπάρχει, κατὰ τοσοῦτον νευρώδη προσαγορεύομεν αὐτὴν ἀπό τινος ὁμοιότητος, κἀντεῦθεν παράγωγον ὄνομα τῶν νεύρων ποιησάμενοι, καθάπερ ἀμέλει καὶ τὴν κύστιν οὕτω προσαγορεύειν εἰώθασι καὶ τἄλλα πάντα τὰ λευκὰ καὶ ἄναιμα κατὰ τὴν οὐσίαν, ὅταν ἐκτείνεσθαί τε μέχρι πλείστου καὶ πάλιν εἰς ἑαυτὰ συνιζάνειν φαίνηται. κατὰ τοῦτο γοῦν αὐτὸ καὶ τὴν τοῦ καλουμένου καυλοῦ φύ|