Ancient Greek · ~4 min
Volume 17a
Galen, In Hippocratis librum vi epidemiarum commentarii vi 17a.805
Not analysed yet
σιν ἐν τοῖς τῶν ἀρρένων αἰδοίοις νευρώδη φασὶν εἶναι καὶ τῆς μήτρας τὸν τράχηλον. εἰσὶ δ' οἳ καὶ σηραγγῶδές τε νεῦρον ὀνομάζουσι τὸν καυλὸν τοῦ αἰδοίου καὶ δι' ἐκεῖνον καὶ ὅλον αὐτὸ νευρῶδες καλοῦσι. κἄπειτ' ἐπιλαβόμενοι τῆς ὁμοιότητος, οὐ κατὰ τὴν δύναμιν τῶν ὄντως νεύρων, ἀλλὰ κατὰ τὴν σωματικὴν οὐσίαν αὐτῆς οὔσης, ζητοῦσι διὰ τί συμπαθείας οὐ φέρει μεγάλας ταῖς τῶν νεύρων ἀρχαῖς ὁ καυλός· ἀρχὰς δὲ δηλονότι νεύρων ἐγκέφαλόν τε καὶ νωτιαῖον λέγω. καὶ κατὰ τὴν μήτραν τοίνυν ἐμφύεται μέν τινα νεῦρα πάντως, ἢ οὐκ ἂν ᾐσθάνετο. μικρὰ δ' ἐστὶ πάνυ ταῦτα παραβαλλόμενα τῷ μεγέθει τοῦ μορίου καὶ διὰ τοῦτο ζητήσεως οὐ μικρᾶς ἐστιν ἄξιον, ἐάν τις θέλῃ φυσιολογεῖν τὰ τοιαῦτα, τί δή ποτε ἔνιαι τῶν ὑστερικῶν ὀνομαζομένων γυναικῶν συνολκαῖς καὶ τάσεσι σπασμῷ παραπλησίαις ἁλίσκονται. ἀλλ' ἐπί γε φλεγμαινούσης μήτρας οὐ πάνυ τι φαίνεται τοῦτο γινόμενον, ὥσπερ οἱ πυρετοὶ πάνυ σφοδροὶ καὶ θερμοί, δι' οὓς καὶ ἡ γλῶσσα γίνεται λιγνυώδης, |