Ancient Greek · ~4 min
Volume 17a
Galen, In Hippocratis librum vi epidemiarum commentarii vi 17a.806
Not analysed yet
ὡς αὐτὸς ἑξῆς ἐρεῖ κατὰ τοῦτο τὸ βιβλίον. ἐχρῆν οὖν καὶ ταῦτα ζητῆσαι πρῶτον, ὅσοι περὶ συμπαθείας τι τῆς κεφαλῆς, ἣν πρὸς τὴν μήτραν ἴσχει, λέγειν ἐπιχειροῦσιν· ὅτι μὲν γὰρ θερμοὺς καὶ σφοδροὺς ἐπιφέρει πυρετούς, οἱ τοῖς ἔργοις <τῆς τέχνης> ὁμιλήσαντες ἴσασιν. <ἀλλ'> οἵ γ' ἐν Ἀλεξανδρείᾳ σοφιστεύσαντες, ὑφ' ὧν ἐπληρώθη μάλιστα μακρῶν καὶ ψευδῶν λόγων τὰ βιβλία, τοῖς ἐξ ἀγέλης ἥκουσι τοὐπίπαν ὁμιλοῦσι μειρακίοις μήθ' ἑωρακόσιν ἀρρώστους μήτ' αὐτοὶ τετριμμένοι περὶ τοῦτο. πάνυ γὰρ ἠμέληται τοῖς ἐκεῖ †πᾶσιν ἀνθρώποις τὰ κατὰ δίαιταν. ὅσοι τοίνυν ἑωράκασιν ἐπὶ μήτρᾳ φλεγμαινούσῃ νοσούσας γυναῖκας, ἴσασιν ὅπως θερμοὶ καὶ σφοδροὶ πυρετοὶ καταλαμβάνοντες ὅλον τὸ σῶμα διακαίουσι τὴν κεφαλὴν ὁμοίως τοῖς καὶ χωρὶς τοῦ παθεῖν τι τὴν μήτραν τοιούτοις γινομένοις. ἀλλὰ κἂν μὴ πυρέττωσιν ἐπιδήλως, αἷς ἐπέσχηται τὰ καταμήνια, κίνδυνός ἐστιν ἐν τάχει πυρέξαι, καὶ ταύταις ἡ κεφαλὴ βαρεῖα καὶ πλήρης ἀτμῶν τε καὶ θερμῶν χυμῶν γίνεται καὶ διὰ τοῦτ' |