Ancient Greek
Volume 17a
Galen, In Hippocratis librum vi epidemiarum commentarii vi 17a.807
Not analysed yet
αὐτῶν ἔνιαι κωματώδεις εἰσίν, εἴτε πυρέξουσιν εἴτε μή. ταῦτα μὲν οὕτω φαίνεται γινόμενα. τίς δ' ἐστὶν αἰτία, δι' ἣν ἐπὶ ταῖς τοιαύταις διαθέσεσι τῆς ὑστέρας ἡ κεφαλὴ πληροῦται, μετὰ ταῦτα ἐχρῆν ζητεῖν, εὐχόμενον μὲν εὑρεῖν, εἰ δὲ μή, ἀλλὰ τό γε φαινόμενον ἐκ τῆς ἐμπειρίας φυλάττοντά τε καὶ μεμνημένον. ἐπιχειρήσωμεν οὖν ἡμεῖς εἰπεῖν τινας περὶ τῶν οὕτως φαινομένων αἰτίας, ἐντεῦθεν ἀρξάμενοι· τῶν κατὰ τὸ σῶμα μορίων ἁπάντων πλείστας τε καὶ μεγίστας φλέβας ἔχουσιν αἱ μῆτραι, καὶ ὅταν γε κακοπραγῶσιν ἐξ ἐπισχέσεως καταμηνίων ἢ λοχείων [ἢ] διά τινα φλεγμονὴν ὁπωσοῦν γινομένης, ἀναγκαῖον αὐτὰς αἵματος ἐμπίπλασθαι, κἂν ἐπ' αὐτῷ σηπομένῳ πυρετὸς ἀνάπτηται, ἀπὸ τῆς ἰδέας τῶν συνόχων ἀναγκαῖον αὐτὸν γίνεσθαι. δέδεικται γὰρ ἐφ' αἵματι σηπομένῳ τοὺς τοιούτους ἀνάπτεσθαι πυρετούς, ἀτμῶν θερμῶν πλῆθος οὐκ ὀλίγον ἀναπέμποντας ἐπὶ τὴν κεφαλήν. ὅτι δὲ ὑφ' ἧς |