Ancient Greek · ~4 min
Volume 17a
Galen, In Hippocratis librum vi epidemiarum commentarii vi 17a.808
Not analysed yet
ἂν αἰτίας ἡ κεφαλὴ πληρωθῇ τοιούτων ἀτμῶν αἱ καρηβαρίαι μάλιστα κατὰ τὸ βρέγμα φαίνονται λυποῦσαι τὸν ἄνθρωπον, οἷς τῶν ἔργων τῆς τέχνης φροντὶς ἐγένετο, φθάνουσι γινώσκοντες πρὶν παρ' ἡμῶν ἀκοῦσαι. ἀλλὰ τίς ἡ αἰτία τοῦ συμβαίνοντος ἴσως ἀκοῦσαι ποθήσεις· ἐρῶ τοίνυν [γέ] σοι τήν γέ μοι δοκοῦσαν εἶναι πιθανωτάτην καὶ ταύτην οὐ μίαν, ἀλλὰ πλείους. πρῶτον μὲν γάρ, ὅτι τοὺς εἰρημένους θερμοὺς ἀτμοὺς εὔλογόν ἐστι διὰ τῶν ἀρτηριῶν ἐπὶ τὴν κεφαλὴν ἀναφέρεσθαι, καὶ ταύτας ἔστιν ἰδεῖν κατ' εὐθὺ τοῦ βρέγματος ἀνερχομένας ἐκ τοῦ τραχήλου τῆς καλουμένης χοάνης ἑκατέρωθεν. ἔπειτα δ' ὅτι καὶ διαπνεῖσθαι καθ' ὅλον τὸν τῆς ὑγείας χρόνον εἴθισται τὰ λεπτὰ καὶ ἀτμώδη τῶν τοῦ ἐγκεφάλου περιττωμάτων κατὰ τὸ βρέγμα μάλιστα· καὶ γὰρ κατὰ τοῦτο ἀραιόταταί εἰσιν αἱ ῥαφαὶ καὶ τὸ κράνιον αὐτὸ λεπτότατόν τε καὶ σηραγγωδέστατον· ἔτι τε πρὸς τούτοις αἰσθητικὰ σώματα κατὰ τὰς ῥαφάς ἐστι πλείω· καὶ γὰρ ὑμένες τινὲς συνάπτουσι τὴν παχεῖαν μήνιγγα τῷ περικρανίῳ καὶ πλῆθος ἀγγείων λεπτῶν |