Ancient Greek · ~4 min
Volume 17a
Galen, In Hippocratis librum vi epidemiarum commentarii vi 17a.814
Not analysed yet
γυναιξὶν οἰδημάτων |ἐν ταῖς μήτραις ἐπ' ἀμβλώσει γινομένων εἰς καρηβαρίαν τρέπεται καὶ κατὰ τὸ βρέγμα αὐταῖς ὀδύναι γίγνονται, ταύταις ἐν ὀκτὼ ἢ δέκα μησὶν εἰς ἰσχίον μετάστασίς ἐστι τῶν τὰς μήτρας λυπούντων", ὡς οὔτε πάντων τῶν κατὰ τὰς ὑστέρας οἰδημάτων κατὰ τὸ βρέγμα τὰς ὀδύνας ἐργαζομένων οὔτε πάντων εἰς ἰσχίον κατασκηπτόντων, ἀλλ' ἐκείνων μόνον, ὅσα κατὰ τὸ βρέγμα ποιεῖται τὰς ὀδύνας. ἀλλ' οὐδὲ τοῦτο παραφυλάξας εὗρον οὕτω γινόμενον, οὐ μὴν οὐδ' αὐτοί τινα λόγον αὐτοῦ λέγουσι. διὰ τί γὰρ ἐκεῖνα μόνα τῶν κατὰ τὰς μήτρας οἰδημάτων εἰς ἰσχίον ἀποσκήπτειν ἀξιοῦσιν, ὅσα κατὰ τὸ βρέγμα τὰς ὀδύνας ἐποιήσατο, λέγειν οὐκ ἔχουσιν. οὐδ' ἡμεῖς οὖν αὐτοῖς πιστεύσομεν, ὡς ἂν μήτε δι' ἐμπειρίας εἰληφότες τοῦ λόγου τὴν πίστιν μήτ' ἐκ τῆς τοῦ πράγματος φύσεως ἐνδεικτικῶς. εὔδηλον δ' ὅτι καὶ τὴν λέξιν ἐκείνην, καθ' ἣν καὶ <ὅσαι> ἄλλαι ἀπὸ ὑστερέων ὁ Ἱπποκράτης ἔγραψεν, ἐξηγοῦνται διττῶς, ἔνιοι μὲν ἐπὶ τὰς ἐν τῇ μήτρᾳ διαθέσεις ἀναφέροντες τὸν λόγον, ὡς οὐδὲν ἧττον ἁπα|